<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><q><l n="282">βάλλʼ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι</l><l n="283">πατρί τε σῷ Τελαμῶνι, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,</l><l n="284">καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·</l><l n="285">τὸν καὶ τηλόθʼ ἐόντα ἐϋκλείης ἐπίβησον.</l><l n="286">σοὶ δʼ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·</l><l n="287">αἴ κέν μοι δώῃ Ζεύς τʼ αἰγίοχος καὶ Ἀθήνη</l><l n="288">Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,</l><l n="289">πρώτῳ τοι μετʼ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,</l><l n="290">ἢ τρίποδʼ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν</l><l n="291">ἠὲ γυναῖχʼ, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.</l></q><milestone ed="p" n="292" unit="card"/><l n="292"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·</l><q><l n="293">Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν</l><l n="294">ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι</l><l n="295">παύομαι, ἀλλʼ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθʼ αὐτοὺς</l><l n="296">ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.</l><l n="297">ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,</l><l n="298">πάντες δʼ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν·</l><l n="299">τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.</l></q><l n="300"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν</l><l n="301">Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·</l><l n="302">καὶ τοῦ μέν ῥʼ ἀφάμαρθʼ, ὃ δʼ ἀμύμονα Γοργυθίωνα</l><l n="303">υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,</l><l n="304">τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ</l><l n="305">καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.</l></div></div></body></text></TEI>