<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><l n="258">τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν</l><l n="259">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·</l><l n="260">ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="261"><milestone ed="P" unit="para"/>τὸν δὲ μετʼ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,</l><l n="262">τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,</l><l n="263">τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος</l><l n="264">Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,</l><l n="265">τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·</l><l n="266">Τεῦκρος δʼ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,</l><l n="267">στῆ δʼ ἄρʼ ὑπʼ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.</l><l n="268">ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="269">παπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ</l><l n="270">βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,</l><l n="271">αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν</l><l n="272">εἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.</l><l n="273"><milestone ed="P" unit="para"/>ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;</l><l n="274">Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδʼ Ὀφελέστην</l><l n="275">Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην</l><l n="276">καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,</l><l n="277">πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.</l><l n="278">τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="279">τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·</l><l n="280">στῆ δὲ παρʼ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·</l><q><l n="281">Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν</l></q></div></div></body></text></TEI>