νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι. αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν, νεβρὸν ἔχοντʼ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης· πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν, ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί. οἳ δʼ ὡς οὖν εἴδονθʼ ὅ τʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις, μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης. ἔνθʼ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους τάφρου τʼ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι, ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους· τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν· ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. τὸν δὲ μετʼ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος, τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν, τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ, τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός· Τεῦκρος δʼ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων, στῆ δʼ ἄρʼ ὑπʼ Αἴαντος σάκεϊ Τελαμωνιάδαο. ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρως παπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν, αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν εἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ. ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων; Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδʼ Ὀφελέστην Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον, πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας· στῆ δὲ παρʼ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε· Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν βάλλʼ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι πατρί τε σῷ Τελαμῶνι, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα, καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ· τὸν καὶ τηλόθʼ ἐόντα ἐϋκλείης ἐπίβησον. σοὶ δʼ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται· αἴ κέν μοι δώῃ Ζεύς τʼ αἰγίοχος καὶ Ἀθήνη Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον, πρώτῳ τοι μετʼ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω, ἢ τρίποδʼ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν ἠὲ γυναῖχʼ, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων· Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι παύομαι, ἀλλʼ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθʼ αὐτοὺς ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω. ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς, πάντες δʼ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν· τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα. ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός· καὶ τοῦ μέν ῥʼ ἀφάμαρθʼ, ὃ δʼ ἀμύμονα Γοργυθίωνα υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ, τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι. μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τʼ ἐνὶ κήπῳ καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν, ὣς ἑτέρωσʼ ἤμυσε κάρη πήληκι βαρυνθέν. Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός.