αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ· σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο δησαίμην, τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο. τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ