οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων, ἀλλʼ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρίʼ ἔκηα ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι. ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ· αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι, μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς. ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα, νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι. αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν, νεβρὸν ἔχοντʼ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης· πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν, ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί. οἳ δʼ ὡς οὖν εἴδονθʼ ὅ τʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις, μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης. ἔνθʼ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους τάφρου τʼ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι, ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους· τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν· ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. τὸν δὲ μετʼ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος, τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν, τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ, τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός· Τεῦκρος δʼ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων, στῆ δʼ ἄρʼ ὑπʼ Αἴαντος σάκεϊ Τελαμωνιάδαο. ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρως παπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν, αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν εἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.