<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><q><l n="234">στήσεσθʼ ἐν πολέμῳ· νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν</l><l n="235">Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.</l><l n="236">Ζεῦ πάτερ, ἦ ῥά τινʼ ἤδη ὑπερμενέων βασιλήων</l><l n="237">τῇδʼ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;</l><l n="238">οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν</l><l n="239">νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,</l><l n="240">ἀλλʼ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρίʼ ἔκηα</l><l n="241">ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.</l><l n="242">ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·</l><l n="243">αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,</l><l n="244">μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.</l><milestone ed="p" n="245" unit="card"/></q><l n="245"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,</l><l n="246">νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι.</l><l n="247">αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν,</l><l n="248">νεβρὸν ἔχοντʼ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·</l><l n="249">πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,</l><l n="250">ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.</l><l n="251">οἳ δʼ ὡς οὖν εἴδονθʼ ὅ τʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις,</l><l n="252">μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.</l><l n="253"><milestone ed="P" unit="para"/>ἔνθʼ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων</l><l n="254">εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους</l><l n="255">τάφρου τʼ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,</l><l n="256">ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν</l><l n="257">Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους·</l></div></div></body></text></TEI>