<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><q><l n="186">νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν</l><l n="187">Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος</l><l n="188">ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν</l><l n="189">οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,</l><l n="190">ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.</l><l n="191">ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν</l><l n="192">ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει</l><l n="193">πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,</l><l n="194">αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο</l><l n="195">δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.</l><l n="196">εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς</l><l n="197">αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.</l><milestone ed="p" n="198" unit="card"/></q><l n="198"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,</l><l n="199">σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,</l><l n="200">καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·</l><q><l n="201">ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οὐδέ νυ σοί περ</l><l n="202">ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.</l><l n="203">οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι</l><l n="204">πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.</l><l n="205">εἴ περ γάρ κʼ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,</l><l n="206">Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,</l><l n="207">αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.</l></q><l n="208"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·</l><q><l n="209">Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.</l></q></div></div></body></text></TEI>