νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι, ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι. ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν, αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων. εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων. ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη, σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον, καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα· ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οὐδέ νυ σοί περ ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός. οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην. εἴ περ γάρ κʼ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί, Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν, αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ. τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων· Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.