ἀλλʼ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι, μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω, ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ. ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε· Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι, ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι. ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν, αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων. εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων. ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη, σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον, καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα· ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οὐδέ νυ σοί περ ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός. οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην. εἴ περ γάρ κʼ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί, Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν, αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ. τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων· Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες. οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε. καί νύ κʼ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας, εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς. βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ, στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ, ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε, ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν· ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· αἰδὼς Ἀργεῖοι, κάκʼ ἐλέγχεα, εἶδος ἀγητοί· πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι, ἃς ὁπότʼ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε, ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο, Τρώων ἄνθʼ ἑκατόν τε διηκοσίων τε ἕκαστος στήσεσθʼ ἐν πολέμῳ· νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ. Ζεῦ πάτερ, ἦ ῥά τινʼ ἤδη ὑπερμενέων βασιλήων τῇδʼ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας; οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων, ἀλλʼ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρίʼ ἔκηα ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι. ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ· αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι, μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς. ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα, νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι. αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν, νεβρὸν ἔχοντʼ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης· πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν, ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί. οἳ δʼ ὡς οὖν εἴδονθʼ ὅ τʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις, μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης. ἔνθʼ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους τάφρου τʼ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι, ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους·