<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><l n="169">τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="170">τρὶς δʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς</l><l n="171">σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.</l><l n="172">Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="173">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="174">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.</l><l n="175">γιγνώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων</l><l n="176">νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·</l><l n="177">νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο</l><l n="178">ἀβλήχρʼ οὐδενόσωρα· τὰ δʼ οὐ μένος ἁμὸν ἐρύξει·</l><l n="179">ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.</l><l n="180">ἀλλʼ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,</l><l n="181">μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,</l><l n="182">ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς</l><l n="183">Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.</l></q><l n="184"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·</l><q><l n="185">Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε</l><l n="186">νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν</l><l n="187">Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος</l><l n="188">ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν</l><l n="189">οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,</l><l n="190">ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.</l><l n="191">ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν</l><l n="192">ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει</l><l n="193">πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,</l><l n="194">αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο</l><l n="195">δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.</l><l n="196">εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς</l><l n="197">αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.</l><milestone ed="p" n="198" unit="card"/></q><l n="198"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,</l><l n="199">σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,</l><l n="200">καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·</l><q><l n="201">ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οὐδέ νυ σοί περ</l><l n="202">ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.</l><l n="203">οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι</l><l n="204">πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.</l><l n="205">εἴ περ γάρ κʼ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,</l><l n="206">Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,</l><l n="207">αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.</l></q><l n="208"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·</l><q><l n="209">Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.</l><l n="210">οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι</l><l n="211">ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.</l></q><l n="212"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="213">τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε</l><l n="214">πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων</l><l n="215">εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="216">Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.</l><l n="217">καί νύ κʼ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,</l><l n="218">εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη</l><l n="219">αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.</l><l n="220">βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν</l><l n="221">πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,</l><l n="222">στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,</l><l n="223">ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,</l><l n="224">ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο</l><l n="225">ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας</l><l n="226">εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν·</l><l n="227">ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·</l><q><l n="228">αἰδὼς Ἀργεῖοι, κάκʼ ἐλέγχεα, εἶδος ἀγητοί·</l><l n="229">πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,</l><l n="230">ἃς ὁπότʼ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε,</l><l n="231">ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων</l><l n="232">πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,</l><l n="233">Τρώων ἄνθʼ ἑκατόν τε διηκοσίων τε ἕκαστος</l><l n="234">στήσεσθʼ ἐν πολέμῳ· νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν</l><l n="235">Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.</l><l n="236">Ζεῦ πάτερ, ἦ ῥά τινʼ ἤδη ὑπερμενέων βασιλήων</l><l n="237">τῇδʼ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;</l><l n="238">οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν</l><l n="239">νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,</l><l n="240">ἀλλʼ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρίʼ ἔκηα</l><l n="241">ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.</l><l n="242">ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·</l><l n="243">αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,</l><l n="244">μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.</l><milestone ed="p" n="245" unit="card"/></q><l n="245"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,</l><l n="246">νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι.</l><l n="247">αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν,</l><l n="248">νεβρὸν ἔχοντʼ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·</l><l n="249">πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,</l><l n="250">ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.</l><l n="251">οἳ δʼ ὡς οὖν εἴδονθʼ ὅ τʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις,</l><l n="252">μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.</l><l n="253"><milestone ed="P" unit="para"/>ἔνθʼ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων</l><l n="254">εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους</l><l n="255">τάφρου τʼ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,</l><l n="256">ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν</l><l n="257">Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους·</l><l n="258">τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν</l><l n="259">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·</l><l n="260">ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="261"><milestone ed="P" unit="para"/>τὸν δὲ μετʼ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,</l><l n="262">τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,</l><l n="263">τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος</l><l n="264">Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,</l><l n="265">τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·</l><l n="266">Τεῦκρος δʼ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,</l><l n="267">στῆ δʼ ἄρʼ ὑπʼ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.</l><l n="268">ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="269">παπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ</l><l n="270">βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,</l><l n="271">αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν</l><l n="272">εἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.</l><l n="273"><milestone ed="P" unit="para"/>ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;</l><l n="274">Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδʼ Ὀφελέστην</l><l n="275">Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην</l><l n="276">καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,</l><l n="277">πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.</l><l n="278">τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="279">τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·</l><l n="280">στῆ δὲ παρʼ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·</l><q><l n="281">Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν</l><l n="282">βάλλʼ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι</l><l n="283">πατρί τε σῷ Τελαμῶνι, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,</l><l n="284">καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·</l><l n="285">τὸν καὶ τηλόθʼ ἐόντα ἐϋκλείης ἐπίβησον.</l><l n="286">σοὶ δʼ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·</l><l n="287">αἴ κέν μοι δώῃ Ζεύς τʼ αἰγίοχος καὶ Ἀθήνη</l><l n="288">Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,</l><l n="289">πρώτῳ τοι μετʼ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,</l><l n="290">ἢ τρίποδʼ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν</l><l n="291">ἠὲ γυναῖχʼ, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.</l></q><milestone ed="p" n="292" unit="card"/><l n="292"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·</l><q><l n="293">Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν</l><l n="294">ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι</l><l n="295">παύομαι, ἀλλʼ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθʼ αὐτοὺς</l><l n="296">ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.</l><l n="297">ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,</l><l n="298">πάντες δʼ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν·</l><l n="299">τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.</l></q><l n="300"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν</l><l n="301">Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·</l><l n="302">καὶ τοῦ μέν ῥʼ ἀφάμαρθʼ, ὃ δʼ ἀμύμονα Γοργυθίωνα</l><l n="303">υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,</l><l n="304">τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ</l><l n="305">καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.</l><l n="306">μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τʼ ἐνὶ κήπῳ</l><l n="307">καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,</l><l n="308">ὣς ἑτέρωσʼ ἤμυσε κάρη πήληκι βαρυνθέν.</l><l n="309"><milestone ed="P" unit="para"/>Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν</l><l n="310">Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός.</l><l n="311">ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων·</l><l n="312">ἀλλʼ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα</l><l n="313">ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν·</l><l n="314">ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι</l><l n="315">ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.</l><l n="316">Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·</l><l n="317">τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,</l><l n="318">Κεβριόνην δʼ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα</l><l n="319">ἵππων ἡνίʼ ἑλεῖν· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.</l><l n="320">αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος</l><l n="321">σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρί,</l></div></div></body></text></TEI>