<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="8"><l n="168">ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.</l><l n="169">τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="170">τρὶς δʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς</l><l n="171">σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.</l><l n="172">Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="173">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="174">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.</l><l n="175">γιγνώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων</l><l n="176">νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·</l><l n="177">νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο</l><l n="178">ἀβλήχρʼ οὐδενόσωρα· τὰ δʼ οὐ μένος ἁμὸν ἐρύξει·</l><l n="179">ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.</l><l n="180">ἀλλʼ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,</l><l n="181">μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,</l><l n="182">ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς</l><l n="183">Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.</l></q><l n="184"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·</l><q><l n="185">Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε</l><l n="186">νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν</l><l n="187">Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος</l><l n="188">ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν</l><l n="189">οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,</l><l n="190">ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.</l><l n="191">ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν</l><l n="192">ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει</l><l n="193">πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,</l><l n="194">αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο</l><l n="195">δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.</l><l n="196">εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς</l><l n="197">αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.</l><milestone ed="p" n="198" unit="card"/></q><l n="198"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,</l><l n="199">σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,</l><l n="200">καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·</l><q><l n="201">ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οὐδέ νυ σοί περ</l><l n="202">ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.</l></q></div></div></body></text></TEI>