ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει· Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων· Τυδεΐδης ὑπʼ ἐμεῖο φοβεύμενος ἵκετο νῆας. ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες. εἴ περ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει, ἀλλʼ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων, τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας. ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους αὖτις ἀνʼ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο. τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ· Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι· νῦν δέ σʼ ἀτιμήσουσι· γυναικὸς ἄρʼ ἀντὶ τέτυξο. ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω. ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι. τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν, τρὶς δʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.