δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε· Τυδεΐδη ἄγε δʼ αὖτε φόβον δʼ ἔχε μώνυχας ἵππους. ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετʼ ἀλκή; νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κʼ ἐθέλῃσι, δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο οὐδὲ μάλʼ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης· ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες· ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει· Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων· Τυδεΐδης ὑπʼ ἐμεῖο φοβεύμενος ἵκετο νῆας. ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες. εἴ περ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει, ἀλλʼ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων, τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας. ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους αὖτις ἀνʼ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο. τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ· Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι