Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο· τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου κεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν· οὐδʼ ἄρʼ ἔτι δὴν ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππων