καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν. ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.