ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι. ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι, οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο. τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ. Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ. τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην· Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα, μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο. τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός· καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν. ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε. Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο· τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου κεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν· οὐδʼ ἄρʼ ἔτι δὴν ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππων ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν. ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες, εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε· βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκʼ ἀργῆτα κεραυνόν, κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε· δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο, τὼ δʼ ἵππω δείσαντε καταπτήτην ὑπʼ ὄχεσφι· Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα, δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε· Τυδεΐδη ἄγε δʼ αὖτε φόβον δʼ ἔχε μώνυχας ἵππους. ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετʼ ἀλκή; νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κʼ ἐθέλῃσι, δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο οὐδὲ μάλʼ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης· ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες· ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει· Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων· Τυδεΐδης ὑπʼ ἐμεῖο φοβεύμενος ἵκετο νῆας. ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·