<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><q><l n="99">ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε</l><l n="100">ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως·</l><l n="101">τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε</l><l n="102">νίκης πείρατʼ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.</l></q><l n="103"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.</l><l n="104">ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ</l><l n="105">Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,</l><l n="106">εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,</l><l n="107">αὐτός τʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="108">δεξιτερῆς ἕλε χειρὸς ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="109">ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ</l><l n="110">ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,</l><l n="111">μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι</l><l n="112">Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.</l><l n="113">καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ</l><l n="114">ἔρριγʼ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.</l><l n="115">ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων,</l></q></div></div></body></text></TEI>