νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ· ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί· ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν. ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως· τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε νίκης πείρατʼ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν. ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά. ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν, εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,