<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><q><l n="82">τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,</l><l n="83">καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,</l><l n="84">τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,</l><l n="85">ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,</l><l n="86">σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.</l><l n="87">καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων</l><l n="88">νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·</l><q><l n="89">ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,</l><l n="90">ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.</l></q><l n="91">ὥς ποτέ τις ἐρέει· τὸ δʼ ἐμὸν κλέος οὔ ποτʼ ὀλεῖται.</l><milestone ed="p" n="92" unit="card"/></q><l n="92"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·</l><l n="93">αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι·</l><l n="94">ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε</l><l n="95">νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ·</l><q><l n="96">ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί·</l><l n="97">ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς</l><l n="98">εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.</l></q></div></div></body></text></TEI>