εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν. ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν· τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ. ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω· εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ, τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας, σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα. εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων, τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,