<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><l n="65">τοῖαι ἄρα στίχες εἵατʼ Ἀχαιῶν τε Τρώων τε</l><l n="66">ἐν πεδίῳ· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·</l><q><l n="67">κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="68">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="69">ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,</l><l n="70">ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν</l><l n="71">εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε</l><l n="72">ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.</l><l n="73">ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·</l><l n="74">τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει</l><l n="75">δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.</l><l n="76">ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω·</l><l n="77">εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,</l><l n="78">τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,</l><l n="79">σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με</l><l n="80">Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.</l><l n="81">εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,</l></q></div></div></body></text></TEI>