κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι. οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς, τοῖαι ἄρα στίχες εἵατʼ Ἀχαιῶν τε Τρώων τε ἐν πεδίῳ· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε· κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν, ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν. ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν· τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ. ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω· εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ, τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας, σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα. εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων, τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν, καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο, τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω, ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί, σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ. καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον· ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος, ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ. ὥς ποτέ τις ἐρέει· τὸ δʼ ἐμὸν κλέος οὔ ποτʼ ὀλεῖται. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι· ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ· ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί· ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς