κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι. οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς, τοῖαι ἄρα στίχες εἵατʼ Ἀχαιῶν τε Τρώων τε ἐν πεδίῳ· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε· κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,