<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><q><l n="51">ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·</l><l n="52">οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·</l><l n="53">ὣς γὰρ ἐγὼ ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων.</l></q><l n="54"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτε χάρη μέγα μῦθον ἀκούσας,</l><l n="55">καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,</l><l n="56">μέσσου δουρὸς ἑλών· οἳ δʼ ἱδρύνθησαν ἅπαντες.</l><l n="57">κὰδ δʼ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·</l><l n="58">κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων</l><l n="59">ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι</l><l n="60">φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο</l><l n="61">ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ</l><l n="62">ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.</l><l n="63">οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ</l><l n="64">ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς,</l><l n="65">τοῖαι ἄρα στίχες εἵατʼ Ἀχαιῶν τε Τρώων τε</l><l n="66">ἐν πεδίῳ· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·</l><q><l n="67">κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="68">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="69">ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,</l><l n="70">ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν</l><l n="71">εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε</l><l n="72">ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.</l><l n="73">ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·</l><l n="74">τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει</l><l n="75">δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.</l><l n="76">ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω·</l><l n="77">εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,</l><l n="78">τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,</l><l n="79">σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με</l><l n="80">Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.</l><l n="81">εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,</l><l n="82">τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,</l><l n="83">καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,</l><l n="84">τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,</l><l n="85">ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,</l><l n="86">σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.</l><l n="87">καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων</l><l n="88">νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·</l><q><l n="89">ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,</l><l n="90">ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.</l></q><l n="91">ὥς ποτέ τις ἐρέει· τὸ δʼ ἐμὸν κλέος οὔ ποτʼ ὀλεῖται.</l><milestone ed="p" n="92" unit="card"/></q><l n="92"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·</l><l n="93">αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι·</l><l n="94">ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε</l><l n="95">νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ·</l><q><l n="96">ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί·</l><l n="97">ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς</l><l n="98">εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.</l><l n="99">ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε</l><l n="100">ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως·</l><l n="101">τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε</l><l n="102">νίκης πείρατʼ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.</l></q><l n="103"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.</l><l n="104">ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ</l><l n="105">Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,</l><l n="106">εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,</l><l n="107">αὐτός τʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="108">δεξιτερῆς ἕλε χειρὸς ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="109">ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ</l><l n="110">ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,</l><l n="111">μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι</l><l n="112">Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.</l><l n="113">καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ</l><l n="114">ἔρριγʼ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.</l><l n="115">ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων,</l><l n="116">τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.</l><l n="117">εἴ περ ἀδειής τʼ ἐστὶ καὶ εἰ μόθου ἔστʼ ἀκόρητος,</l><l n="118">φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι</l><l n="119">δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.</l></q><l n="120"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως</l><l n="121">αἴσιμα παρειπών, ὃ δʼ ἐπείθετο· τοῦ μὲν ἔπειτα</l><l n="122">γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο·</l><l n="123">Νέστωρ δʼ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·</l><q><l n="124">ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.</l><l n="125">ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς</l><l n="126">ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδʼ ἀγορητής,</l><l n="127">ὅς ποτέ μʼ εἰρόμενος μέγʼ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ</l><l n="128">πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.</l></q></div></div></body></text></TEI>