<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><q><l n="460">οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν</l><l n="461">τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,</l><l n="462">αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,</l><l n="463">ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.</l></q><l n="464"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="465">δύσετο δʼ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν,</l><l n="466">βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.</l><l n="467">νῆες δʼ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι</l><l n="468">πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,</l><l n="469">τόν ῥʼ ἔτεχʼ Ὑψιπύλη ὑπʼ Ἰήσονι ποιμένι λαῶν.</l><l n="470">χωρὶς δʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="471">δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.</l><l n="472">ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,</l><l n="473">ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ,</l><l n="474">ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτῇσι βόεσσιν,</l><l n="475">ἄλλοι δʼ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν.</l><l n="476">παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ</l><l n="477">δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδʼ ἐπίκουροι·</l><l n="478">παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς</l><l n="479">σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει·</l><l n="480">οἶνον δʼ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη</l><l n="481">πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι.</l><l n="482">κοιμήσαντʼ ἄρʼ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.</l></div><div type="textpart" subtype="Book" n="8"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,</l><l n="2">Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος</l><l n="3">ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·</l><l n="4">αὐτὸς δέ σφʼ ἀγόρευε, θεοὶ δʼ ὑπὸ πάντες ἄκουον·</l><q><l n="5">κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,</l><l n="6">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="7">μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην</l><l n="8">πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλʼ ἅμα πάντες</l><l n="9">αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.</l><l n="10">ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω</l><l n="11">ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι</l><l n="12">πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·</l><l n="13">ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα</l><l n="14">τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,</l><l n="15">ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,</l><l n="16">τόσσον ἔνερθʼ Ἀΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·</l><l n="17">γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.</l><l n="18">εἰ δʼ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·</l><l n="19">σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες</l><l n="20">πάντές τʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·</l><l n="21">ἀλλʼ οὐκ ἂν ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίον δὲ</l><l n="22">Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε.</l><l n="23">ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,</l><l n="24">αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ·</l><l n="25">σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο</l><l n="26">δησαίμην, τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο.</l><l n="27">τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων.</l></q><l n="28"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ</l><l n="29">μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.</l><l n="30">ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="31">ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων</l><l n="32">εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·</l><l n="33">ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,</l><l n="34">οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.</l><l n="35">ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ ὡς σὺ κελεύεις·</l><l n="36">βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,</l><l n="37">ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.</l></q><l n="38"><milestone ed="P" unit="para"/>τὴν δʼ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="39">θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ</l><l n="40">πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.</l><milestone ed="p" n="41" unit="card"/></q><l n="41"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω</l><l n="42">ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,</l><l n="43">χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην</l><l n="44">χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,</l><l n="45">μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην</l><l n="46">μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.</l><l n="47">Ἴδην δʼ ἵκανεν πολυπίδακα μητέρα θηρῶν</l><l n="48">Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.</l><l n="49">ἔνθʼ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε</l><l n="50">λύσας ἐξ ὀχέων, κατὰ δʼ ἠέρα πουλὺν ἔχευεν.</l><l n="51">αὐτὸς δʼ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων</l><l n="52">εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.</l><l n="53"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ</l></div></div></body></text></TEI>