<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><q><l n="452">τοῦ δʼ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων</l><l n="453">ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.</l></q><l n="454"><milestone ed="P" unit="para"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="455">ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.</l><l n="456">ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα,</l><l n="457">ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·</l><l n="458">σὸν δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς.</l><l n="459">ἄγρει μὰν ὅτʼ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ</l><l n="460">οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν</l><l n="461">τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,</l><l n="462">αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,</l><l n="463">ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.</l></q><l n="464"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="465">δύσετο δʼ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν,</l><l n="466">βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.</l><l n="467">νῆες δʼ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι</l><l n="468">πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,</l><l n="469">τόν ῥʼ ἔτεχʼ Ὑψιπύλη ὑπʼ Ἰήσονι ποιμένι λαῶν.</l><l n="470">χωρὶς δʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="471">δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.</l><l n="472">ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,</l><l n="473">ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ,</l><l n="474">ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτῇσι βόεσσιν,</l><l n="475">ἄλλοι δʼ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν.</l></div></div></body></text></TEI>