ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν. ὣς δʼ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ, ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας. ἦμος δʼ οὔτʼ ἄρ πω ἠώς, ἔτι δʼ ἀμφιλύκη νύξ, τῆμος ἄρʼ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν, τύμβον δʼ ἀμφʼ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες ἄκριτον ἐκ πεδίου, ποτὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν πύργους θʼ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν. ἐν δʼ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας, ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη· ἔκτοσθεν δὲ βαθεῖαν ἐπʼ αὐτῷ τάφρον ὄρυξαν εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν. ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί· οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων. τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων· Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπʼ ἀπείρονα γαῖαν ὅς τις ἔτʼ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει; οὐχ ὁράᾳς ὅτι δʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας; τοῦ δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς· τοῦ δʼ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.