<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><l n="428">νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,</l><l n="429">ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν.</l><l n="430">ὣς δʼ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="428">νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,</l><l n="432">ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.</l><l n="433"><milestone ed="P" unit="para"/>ἦμος δʼ οὔτʼ ἄρ πω ἠώς, ἔτι δʼ ἀμφιλύκη νύξ,</l><l n="434">τῆμος ἄρʼ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν,</l><l n="435">τύμβον δʼ ἀμφʼ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες</l><l n="436">ἄκριτον ἐκ πεδίου, ποτὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν</l><l n="437">πύργους θʼ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.</l><l n="438">ἐν δʼ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,</l><l n="439">ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·</l><l n="440">ἔκτοσθεν δὲ βαθεῖαν ἐπʼ αὐτῷ τάφρον ὄρυξαν</l><l n="441">εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.</l><milestone ed="p" n="442" unit="card"/><l n="442"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί·</l><l n="443">οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ</l><l n="444">θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων.</l><l n="445">τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·</l><q><l n="446">Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπʼ ἀπείρονα γαῖαν</l><l n="447">ὅς τις ἔτʼ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;</l><l n="448">οὐχ ὁράᾳς ὅτι δʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ</l><l n="449">τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον</l><l n="450">ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας;</l><l n="451">τοῦ δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς·</l><l n="452">τοῦ δʼ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων</l><l n="453">ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.</l></q><l n="454"><milestone ed="P" unit="para"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="455">ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.</l><l n="456">ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα,</l><l n="457">ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·</l><l n="458">σὸν δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς.</l><l n="459">ἄγρει μὰν ὅτʼ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ</l><l n="460">οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν</l><l n="461">τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,</l><l n="462">αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,</l><l n="463">ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.</l></q><l n="464"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="465">δύσετο δʼ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν,</l><l n="466">βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.</l><l n="467">νῆες δʼ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι</l><l n="468">πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,</l><l n="469">τόν ῥʼ ἔτεχʼ Ὑψιπύλη ὑπʼ Ἰήσονι ποιμένι λαῶν.</l><l n="470">χωρὶς δʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="471">δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.</l><l n="472">ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,</l><l n="473">ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ,</l><l n="474">ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτῇσι βόεσσιν,</l><l n="475">ἄλλοι δʼ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν.</l><l n="476">παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ</l><l n="477">δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδʼ ἐπίκουροι·</l><l n="478">παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς</l><l n="479">σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει·</l><l n="480">οἶνον δʼ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη</l><l n="481">πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι.</l><l n="482">κοιμήσαντʼ ἄρʼ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.</l></div><div type="textpart" subtype="Book" n="8"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,</l><l n="2">Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος</l><l n="3">ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·</l><l n="4">αὐτὸς δέ σφʼ ἀγόρευε, θεοὶ δʼ ὑπὸ πάντες ἄκουον·</l><q><l n="5">κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,</l></q></div></div></body></text></TEI>