<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><l n="404">μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·</l><l n="405">καὶ τότʼ ἄρʼ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="406">Ἰδαῖʼ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις</l><l n="407">ὥς τοι ὑποκρίνονται· ἐμοὶ δʼ ἐπιανδάνει οὕτως</l><l n="408">ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·</l><l n="409">οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων</l><l n="410">γίγνετʼ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα.</l><l n="411">ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.</l></q><l n="412"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,</l><l n="413">ἄψορρον δʼ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.</l><l n="414">οἳ δʼ ἕατʼ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες</l><l n="415">πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότʼ ἄρʼ ἔλθοι</l><l n="416">Ἰδαῖος· ὃ δʼ ἄρʼ ἦλθε καὶ ἀγγελίην ἀπέειπε</l><l n="417">στὰς ἐν μέσσοισιν· τοὶ δʼ ὁπλίζοντο μάλʼ ὦκα,</l><l n="418">ἀμφότερον νέκυάς τʼ ἀγέμεν ἕτεροι δὲ μεθʼ ὕλην·</l><l n="419">Ἀργεῖοι δʼ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν</l><l n="420">ὀτρύνοντο νέκυς τʼ ἀγέμεν, ἕτεροι δὲ μεθʼ ὕλην.</l><l n="421"><milestone ed="P" unit="para"/>Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας</l><l n="422">ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο</l><l n="423">οὐρανὸν εἰσανιών· οἳ δʼ ἤντεον ἀλλήλοισιν.</l><l n="424">ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον·</l><l n="425">ἀλλʼ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα</l><l n="426">δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.</l><l n="427">οὐδʼ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ</l></div></div></body></text></TEI>