<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><l n="4">ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν</l><l n="5">οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι</l><l n="6">πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται,</l><l n="7">ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.</l><l n="8"><milestone ed="P" unit="para"/>ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος</l><l n="9">Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης</l><l n="10">γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·</l><l n="11">Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι</l><l n="12">αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.</l><l n="13">Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν</l><l n="14">Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην</l><l n="15">Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων</l><l n="16">ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.</l><l n="17"><milestone ed="P" unit="para"/>τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη</l><l n="18">Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,</l><l n="19">βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα</l><l n="20">Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων</l><l n="21">Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·</l><l n="22">ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.</l><l n="23">τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="24">τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο</l><l n="25">ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;</l><l n="26">ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην</l><l n="27">δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.</l><l n="28">ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·</l></q></div></div></body></text></TEI>