<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><l n="365"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη</l><l n="366">Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,</l><l n="367">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·</l><q><l n="368">κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,</l><l n="369">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="370">νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ,</l><l n="371">καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·</l><l n="372">ἠῶθεν δʼ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας</l><l n="373">εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="374">μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·</l><l n="375">καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κʼ ἐθέλωσι</l><l n="376">παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς</l><l n="377">κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων</l><l n="378">ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.</l></q><l n="379"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο·</l><l n="380">δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·</l><l n="381">ἠῶθεν δʼ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας·</l><l n="382">τοὺς δʼ εὗρʼ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος</l><l n="383">νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὃ τοῖσι</l><l n="384">στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ·</l><q><l n="385">Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν</l><l n="386">ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ</l><l n="387">εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,</l><l n="388">μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·</l><l n="389">κτήματα μὲν ὅσʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν</l><l n="390">ἠγάγετο Τροίηνδʼ· ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι·</l><l n="391">πάντʼ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι·</l><l n="392">κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιο</l><l n="393">οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται.</l><l n="394">καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος αἴ κʼ ἐθέλητε</l><l n="395">παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς</l><l n="396">κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων</l><l n="397">ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.</l><milestone ed="p" n="398" unit="card"/></q><l n="398"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·</l><l n="399">ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="400">μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω</l><l n="401">μήθʼ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν</l><l n="402">ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατʼ ἐφῆπται.</l></q><l n="403"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν</l><l n="404">μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·</l><l n="405">καὶ τότʼ ἄρʼ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="406">Ἰδαῖʼ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις</l><l n="407">ὥς τοι ὑποκρίνονται· ἐμοὶ δʼ ἐπιανδάνει οὕτως</l><l n="408">ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·</l><l n="409">οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων</l><l n="410">γίγνετʼ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα.</l><l n="411">ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.</l></q><l n="412"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,</l><l n="413">ἄψορρον δʼ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.</l><l n="414">οἳ δʼ ἕατʼ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες</l><l n="415">πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότʼ ἄρʼ ἔλθοι</l><l n="416">Ἰδαῖος· ὃ δʼ ἄρʼ ἦλθε καὶ ἀγγελίην ἀπέειπε</l><l n="417">στὰς ἐν μέσσοισιν· τοὶ δʼ ὁπλίζοντο μάλʼ ὦκα,</l><l n="418">ἀμφότερον νέκυάς τʼ ἀγέμεν ἕτεροι δὲ μεθʼ ὕλην·</l><l n="419">Ἀργεῖοι δʼ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν</l><l n="420">ὀτρύνοντο νέκυς τʼ ἀγέμεν, ἕτεροι δὲ μεθʼ ὕλην.</l><l n="421"><milestone ed="P" unit="para"/>Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας</l><l n="422">ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο</l><l n="423">οὐρανὸν εἰσανιών· οἳ δʼ ἤντεον ἀλλήλοισιν.</l><l n="424">ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον·</l><l n="425">ἀλλʼ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα</l><l n="426">δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.</l><l n="427">οὐδʼ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ</l><l n="428">νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,</l><l n="429">ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν.</l><l n="430">ὣς δʼ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ</l></div></div></body></text></TEI>