<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><q><l n="357">Ἀντῆνορ σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·</l><l n="358">οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.</l><l n="359">εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,</l><l n="360">ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.</l><l n="361">αὐτὰρ ἐγὼ Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω·</l><l n="362">ἀντικρὺ δʼ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω·</l><l n="363">κτήματα δʼ ὅσσʼ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ</l><l n="364">πάντʼ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι.</l></q><l n="365"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη</l><l n="366">Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,</l><l n="367">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·</l><q><l n="368">κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,</l><l n="369">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="370">νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ,</l><l n="371">καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·</l><l n="372">ἠῶθεν δʼ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας</l><l n="373">εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="374">μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·</l><l n="375">καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κʼ ἐθέλωσι</l><l n="376">παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς</l><l n="377">κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων</l><l n="378">ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.</l></q><l n="379"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο·</l><l n="380">δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·</l><l n="381">ἠῶθεν δʼ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας·</l><l n="382">τοὺς δʼ εὗρʼ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος</l><l n="383">νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὃ τοῖσι</l><l n="384">στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ·</l><q><l n="385">Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν</l><l n="386">ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ</l><l n="387">εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,</l><l n="388">μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·</l><l n="389">κτήματα μὲν ὅσʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν</l><l n="390">ἠγάγετο Τροίηνδʼ· ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι·</l><l n="391">πάντʼ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι·</l><l n="392">κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιο</l><l n="393">οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται.</l><l n="394">καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος αἴ κʼ ἐθέλητε</l><l n="395">παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς</l><l n="396">κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων</l><l n="397">ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.</l><milestone ed="p" n="398" unit="card"/></q><l n="398"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·</l><l n="399">ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="400">μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω</l><l n="401">μήθʼ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν</l><l n="402">ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατʼ ἐφῆπται.</l></q><l n="403"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν</l><l n="404">μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·</l><l n="405">καὶ τότʼ ἄρʼ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="406">Ἰδαῖʼ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις</l><l n="407">ὥς τοι ὑποκρίνονται· ἐμοὶ δʼ ἐπιανδάνει οὕτως</l><l n="408">ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·</l><l n="409">οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων</l><l n="410">γίγνετʼ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα.</l><l n="411">ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.</l></q><l n="412"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,</l><l n="413">ἄψορρον δʼ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.</l><l n="414">οἳ δʼ ἕατʼ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες</l><l n="415">πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότʼ ἄρʼ ἔλθοι</l><l n="416">Ἰδαῖος· ὃ δʼ ἄρʼ ἦλθε καὶ ἀγγελίην ἀπέειπε</l><l n="417">στὰς ἐν μέσσοισιν· τοὶ δʼ ὁπλίζοντο μάλʼ ὦκα,</l><l n="418">ἀμφότερον νέκυάς τʼ ἀγέμεν ἕτεροι δὲ μεθʼ ὕλην·</l><l n="419">Ἀργεῖοι δʼ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν</l><l n="420">ὀτρύνοντο νέκυς τʼ ἀγέμεν, ἕτεροι δὲ μεθʼ ὕλην.</l><l n="421"><milestone ed="P" unit="para"/>Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας</l><l n="422">ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο</l><l n="423">οὐρανὸν εἰσανιών· οἳ δʼ ἤντεον ἀλλήλοισιν.</l><l n="424">ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον·</l><l n="425">ἀλλʼ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα</l><l n="426">δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.</l><l n="427">οὐδʼ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ</l><l n="428">νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,</l><l n="429">ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν.</l><l n="430">ὣς δʼ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="431">νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,</l><l n="432">ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.</l><l n="433"><milestone ed="P" unit="para"/>ἦμος δʼ οὔτʼ ἄρ πω ἠώς, ἔτι δʼ ἀμφιλύκη νύξ,</l><l n="434">τῆμος ἄρʼ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν,</l><l n="435">τύμβον δʼ ἀμφʼ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες</l><l n="436">ἄκριτον ἐκ πεδίου, ποτὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν</l><l n="437">πύργους θʼ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.</l><l n="438">ἐν δʼ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,</l><l n="439">ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·</l><l n="440">ἔκτοσθεν δὲ βαθεῖαν ἐπʼ αὐτῷ τάφρον ὄρυξαν</l><l n="441">εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.</l><milestone ed="p" n="442" unit="card"/><l n="442"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί·</l><l n="443">οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ</l><l n="444">θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων.</l><l n="445">τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·</l><q><l n="446">Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπʼ ἀπείρονα γαῖαν</l><l n="447">ὅς τις ἔτʼ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;</l><l n="448">οὐχ ὁράᾳς ὅτι δʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ</l><l n="449">τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον</l><l n="450">ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας;</l><l n="451">τοῦ δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς·</l><l n="452">τοῦ δʼ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων</l><l n="453">ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.</l></q><l n="454"><milestone ed="P" unit="para"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="455">ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.</l><l n="456">ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα,</l><l n="457">ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·</l><l n="458">σὸν δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς.</l><l n="459">ἄγρει μὰν ὅτʼ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ</l><l n="460">οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν</l><l n="461">τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,</l><l n="462">αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,</l><l n="463">ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.</l></q><l n="464"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="465">δύσετο δʼ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν,</l><l n="466">βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.</l><l n="467">νῆες δʼ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι</l><l n="468">πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,</l><l n="469">τόν ῥʼ ἔτεχʼ Ὑψιπύλη ὑπʼ Ἰήσονι ποιμένι λαῶν.</l><l n="470">χωρὶς δʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="471">δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.</l><l n="472">ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,</l><l n="473">ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ,</l><l n="474">ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτῇσι βόεσσιν,</l><l n="475">ἄλλοι δʼ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν.</l><l n="476">παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ</l><l n="477">δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδʼ ἐπίκουροι·</l><l n="478">παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς</l><l n="479">σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει·</l><l n="480">οἶνον δʼ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη</l><l n="481">πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι.</l><l n="482">κοιμήσαντʼ ἄρʼ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.</l></div><div type="textpart" subtype="Book" n="8"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,</l><l n="2">Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος</l><l n="3">ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·</l><l n="4">αὐτὸς δέ σφʼ ἀγόρευε, θεοὶ δʼ ὑπὸ πάντες ἄκουον·</l><q><l n="5">κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,</l><l n="6">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="7">μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην</l><l n="8">πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλʼ ἅμα πάντες</l><l n="9">αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.</l><l n="10">ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω</l><l n="11">ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι</l><l n="12">πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·</l><l n="13">ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα</l><l n="14">τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,</l><l n="15">ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,</l><l n="16">τόσσον ἔνερθʼ Ἀΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·</l><l n="17">γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.</l><l n="18">εἰ δʼ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·</l><l n="19">σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες</l><l n="20">πάντές τʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·</l><l n="21">ἀλλʼ οὐκ ἂν ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίον δὲ</l><l n="22">Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε.</l><l n="23">ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,</l><l n="24">αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ·</l><l n="25">σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο</l><l n="26">δησαίμην, τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο.</l><l n="27">τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων.</l></q><l n="28"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ</l><l n="29">μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.</l><l n="30">ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="31">ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων</l><l n="32">εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·</l><l n="33">ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,</l><l n="34">οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.</l><l n="35">ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ ὡς σὺ κελεύεις·</l><l n="36">βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,</l><l n="37">ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.</l></q><l n="38"><milestone ed="P" unit="para"/>τὴν δʼ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="39">θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ</l><l n="40">πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.</l><milestone ed="p" n="41" unit="card"/></q><l n="41"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω</l><l n="42">ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,</l><l n="43">χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην</l><l n="44">χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,</l><l n="45">μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην</l><l n="46">μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.</l><l n="47">Ἴδην δʼ ἵκανεν πολυπίδακα μητέρα θηρῶν</l><l n="48">Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.</l><l n="49">ἔνθʼ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε</l><l n="50">λύσας ἐξ ὀχέων, κατὰ δʼ ἠέρα πουλὺν ἔχευεν.</l><l n="51">αὐτὸς δʼ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων</l><l n="52">εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.</l><l n="53"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ</l><l n="54">ῥίμφα κατὰ κλισίας, ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο.</l><l n="55">Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο</l><l n="56">παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι</l><l n="57">χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.</l><l n="58">πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός,</l><l n="59">πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.</l><l n="60"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο</l><l n="61">σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν</l><l n="62">χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι</l><l n="63">ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.</l><l n="64">ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν</l><l n="65">ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.</l><l n="66"><milestone ed="P" unit="para"/>ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,</l><l n="67">τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.</l><l n="68">ἦμος δʼ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,</l><l n="69">καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·</l><l n="70">ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο</l><l n="71">Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,</l><l n="72">ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν.</l><l n="73">αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ</l><l n="74">ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·</l><l n="75">αὐτὸς δʼ ἐξ Ἴδης μεγάλʼ ἔκτυπε, δαιόμενον δὲ</l><l n="76">ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες</l><l n="77">θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.</l><milestone ed="p" n="78" unit="card"/><l n="78"><milestone ed="P" unit="para"/>ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν οὔτʼ Ἀγαμέμνων,</l><l n="79">οὔτε δύʼ Αἴαντες μενέτην θεράποντες Ἄρηος·</l><l n="80">Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν</l><l n="81">οὔ τι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ</l><l n="82">δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο</l><l n="83">ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων</l><l n="84">κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.</l><l n="85">ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ,</l><l n="86">σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.</l><l n="87">ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε</l><l n="88">φασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποι</l><l n="89">ἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες</l><l n="90">Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν</l><l n="91">εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·</l><l n="92">σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·</l><q><l n="93">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="94">πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;</l><l n="95">μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·</l><l n="96">ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.</l></q><l n="97"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="98">ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="99">Τυδεΐδης δʼ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,</l><l n="100">στῆ δὲ πρόσθʼ ἵππων Νηληϊάδαο γέροντος,</l><l n="101">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="102">ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,</l><l n="103">σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,</l><l n="104">ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.</l><l n="105">ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι</l><l n="106">οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο</l><l n="107">κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,</l><l n="108">οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.</l><l n="109">τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ</l><l n="110">Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ</l><l n="111">εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.</l><milestone ed="p" n="112" unit="card"/></q><l n="112"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.</l><l n="113">Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην</l><l n="114">ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.</l><l n="115">τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·</l><l n="116">Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα,</l><l n="117">μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο.</l><l n="118">τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·</l><l n="119">καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα</l><l n="120">υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα</l><l n="121">ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.</l><l n="122">ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι</l><l n="123">ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.</l><l n="124">Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·</l><l n="125">τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου</l><l n="126">κεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="127">ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν</l><l n="128">Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππων</l><l n="129">ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.</l><l n="130"><milestone ed="P" unit="para"/>ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,</l><l n="131">καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,</l><l n="132">εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><l n="133">βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκʼ ἀργῆτα κεραυνόν,</l><l n="134">κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε·</l><l n="135">δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,</l><l n="136">τὼ δʼ ἵππω δείσαντε καταπτήτην ὑπʼ ὄχεσφι·</l><l n="137">Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,</l><l n="138">δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·</l><q><l n="139">Τυδεΐδη ἄγε δʼ αὖτε φόβον δʼ ἔχε μώνυχας ἵππους.</l><l n="140">ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετʼ ἀλκή;</l><l n="141">νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει</l><l n="142">σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κʼ ἐθέλῃσι,</l><l n="143">δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο</l><l n="144">οὐδὲ μάλʼ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.</l></q><l n="145"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="146">ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·</l><l n="147">ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·</l><l n="148">Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων·</l><l n="149">Τυδεΐδης ὑπʼ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.</l><l n="150">ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.</l><milestone ed="p" n="151" unit="card"/></q><l n="151"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="152">ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.</l><l n="153">εἴ περ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,</l><l n="154">ἀλλʼ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες</l><l n="155">καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,</l><l n="156">τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.</l></q><l n="157"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους</l><l n="158">αὖτις ἀνʼ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ</l><l n="159">ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.</l><l n="160">τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="161">Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι</l><l n="162">ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·</l><l n="163">νῦν δέ σʼ ἀτιμήσουσι· γυναικὸς ἄρʼ ἀντὶ τέτυξο.</l><l n="164">ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο</l><l n="165">πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας</l><l n="166">ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.</l></q><l n="167"><milestone ed="P" unit="para"/>ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν</l><l n="168">ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.</l><l n="169">τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="170">τρὶς δʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς</l><l n="171">σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.</l><l n="172">Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="173">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="174">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.</l><l n="175">γιγνώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων</l><l n="176">νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·</l><l n="177">νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο</l><l n="178">ἀβλήχρʼ οὐδενόσωρα· τὰ δʼ οὐ μένος ἁμὸν ἐρύξει·</l><l n="179">ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.</l><l n="180">ἀλλʼ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,</l><l n="181">μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,</l><l n="182">ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς</l><l n="183">Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.</l></q><l n="184"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·</l><q><l n="185">Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε</l><l n="186">νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν</l><l n="187">Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος</l><l n="188">ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν</l><l n="189">οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,</l><l n="190">ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.</l><l n="191">ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν</l><l n="192">ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει</l><l n="193">πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,</l><l n="194">αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο</l><l n="195">δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.</l><l n="196">εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς</l><l n="197">αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.</l><milestone ed="p" n="198" unit="card"/></q><l n="198"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,</l><l n="199">σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,</l><l n="200">καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·</l><q><l n="201">ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οὐδέ νυ σοί περ</l><l n="202">ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.</l><l n="203">οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι</l><l n="204">πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.</l><l n="205">εἴ περ γάρ κʼ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,</l><l n="206">Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,</l><l n="207">αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.</l></q><l n="208"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·</l><q><l n="209">Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.</l><l n="210">οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι</l><l n="211">ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.</l></q><l n="212"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="213">τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε</l><l n="214">πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων</l><l n="215">εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="216">Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.</l><l n="217">καί νύ κʼ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,</l><l n="218">εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη</l><l n="219">αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.</l><l n="220">βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν</l><l n="221">πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,</l><l n="222">στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,</l><l n="223">ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,</l><l n="224">ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο</l><l n="225">ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας</l><l n="226">εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν·</l><l n="227">ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·</l><q><l n="228">αἰδὼς Ἀργεῖοι, κάκʼ ἐλέγχεα, εἶδος ἀγητοί·</l><l n="229">πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,</l><l n="230">ἃς ὁπότʼ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε,</l><l n="231">ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων</l><l n="232">πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,</l><l n="233">Τρώων ἄνθʼ ἑκατόν τε διηκοσίων τε ἕκαστος</l><l n="234">στήσεσθʼ ἐν πολέμῳ· νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν</l><l n="235">Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.</l><l n="236">Ζεῦ πάτερ, ἦ ῥά τινʼ ἤδη ὑπερμενέων βασιλήων</l><l n="237">τῇδʼ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;</l><l n="238">οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν</l><l n="239">νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,</l><l n="240">ἀλλʼ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρίʼ ἔκηα</l><l n="241">ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.</l><l n="242">ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·</l><l n="243">αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,</l><l n="244">μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.</l><milestone ed="p" n="245" unit="card"/></q><l n="245"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,</l><l n="246">νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι.</l><l n="247">αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν,</l><l n="248">νεβρὸν ἔχοντʼ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·</l><l n="249">πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,</l><l n="250">ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.</l><l n="251">οἳ δʼ ὡς οὖν εἴδονθʼ ὅ τʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις,</l><l n="252">μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.</l><l n="253"><milestone ed="P" unit="para"/>ἔνθʼ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων</l><l n="254">εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους</l><l n="255">τάφρου τʼ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,</l><l n="256">ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν</l><l n="257">Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους·</l><l n="258">τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν</l><l n="259">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·</l><l n="260">ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="261"><milestone ed="P" unit="para"/>τὸν δὲ μετʼ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,</l><l n="262">τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,</l><l n="263">τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος</l><l n="264">Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,</l><l n="265">τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·</l><l n="266">Τεῦκρος δʼ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,</l><l n="267">στῆ δʼ ἄρʼ ὑπʼ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.</l><l n="268">ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="269">παπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ</l><l n="270">βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,</l><l n="271">αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν</l><l n="272">εἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.</l><l n="273"><milestone ed="P" unit="para"/>ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;</l><l n="274">Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδʼ Ὀφελέστην</l><l n="275">Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην</l><l n="276">καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,</l><l n="277">πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.</l><l n="278">τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="279">τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·</l><l n="280">στῆ δὲ παρʼ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·</l><q><l n="281">Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν</l><l n="282">βάλλʼ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι</l><l n="283">πατρί τε σῷ Τελαμῶνι, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,</l><l n="284">καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·</l><l n="285">τὸν καὶ τηλόθʼ ἐόντα ἐϋκλείης ἐπίβησον.</l><l n="286">σοὶ δʼ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·</l><l n="287">αἴ κέν μοι δώῃ Ζεύς τʼ αἰγίοχος καὶ Ἀθήνη</l><l n="288">Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,</l><l n="289">πρώτῳ τοι μετʼ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,</l><l n="290">ἢ τρίποδʼ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν</l><l n="291">ἠὲ γυναῖχʼ, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.</l></q><milestone ed="p" n="292" unit="card"/><l n="292"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·</l><q><l n="293">Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν</l><l n="294">ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι</l><l n="295">παύομαι, ἀλλʼ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθʼ αὐτοὺς</l><l n="296">ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.</l><l n="297">ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,</l><l n="298">πάντες δʼ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν·</l><l n="299">τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.</l></q><l n="300"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν</l><l n="301">Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·</l><l n="302">καὶ τοῦ μέν ῥʼ ἀφάμαρθʼ, ὃ δʼ ἀμύμονα Γοργυθίωνα</l><l n="303">υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,</l><l n="304">τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ</l><l n="305">καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.</l><l n="306">μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τʼ ἐνὶ κήπῳ</l><l n="307">καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,</l><l n="308">ὣς ἑτέρωσʼ ἤμυσε κάρη πήληκι βαρυνθέν.</l><l n="309"><milestone ed="P" unit="para"/>Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν</l><l n="310">Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός.</l><l n="311">ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων·</l><l n="312">ἀλλʼ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα</l><l n="313">ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν·</l><l n="314">ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι</l><l n="315">ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.</l><l n="316">Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·</l><l n="317">τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,</l><l n="318">Κεβριόνην δʼ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα</l><l n="319">ἵππων ἡνίʼ ἑλεῖν· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.</l><l n="320">αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος</l><l n="321">σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρί,</l><l n="322">βῆ δʼ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.</l><l n="323">ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,</l><l n="324">θῆκε δʼ ἐπὶ νευρῇ· τὸν δʼ αὖ κορυθαίολος Ἕκτωρ</l><l n="325">αὐερύοντα παρʼ ὦμον, ὅθι κληῒς ἀποέργει</l><l n="326">αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,</l><l n="327">τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,</l><l n="328">ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,</l><l n="329">στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.</l><l n="330">Αἴας δʼ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,</l><l n="331">ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.</l><l n="332">τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι</l><l n="333">Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ</l><l n="334">νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.</l><milestone ed="p" n="335" unit="card"/><l n="335"><milestone ed="P" unit="para"/>ἂψ δʼ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν·</l><l n="336">οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·</l><l n="337">Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.</l><l n="338">ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος</l><l n="339">ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων</l><l n="340">ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,</l><l n="341">ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,</l></div></div></body></text></TEI>