<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><l n="356">ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="357">Ἀντῆνορ σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·</l><l n="358">οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.</l><l n="359">εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,</l><l n="360">ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.</l><l n="361">αὐτὰρ ἐγὼ Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω·</l><l n="362">ἀντικρὺ δʼ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω·</l><l n="363">κτήματα δʼ ὅσσʼ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ</l><l n="364">πάντʼ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι.</l></q><l n="365"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη</l><l n="366">Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,</l><l n="367">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·</l><q><l n="368">κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,</l><l n="369">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="370">νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ,</l><l n="371">καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·</l><l n="372">ἠῶθεν δʼ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας</l><l n="373">εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="374">μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·</l><l n="375">καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κʼ ἐθέλωσι</l><l n="376">παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς</l><l n="377">κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων</l><l n="378">ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.</l></q><l n="379"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο·</l></div></div></body></text></TEI>