Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί, τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον ἐσκέδασʼ ὀξὺς Ἄρης, ψυχαὶ δʼ Ἄϊδος δὲ κατῆλθον· τώ σε χρὴ πόλεμον μὲν ἅμʼ ἠοῖ παῦσαι Ἀχαιῶν, αὐτοὶ δʼ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κʼ ὀστέα παισὶν ἕκαστος οἴκαδʼ ἄγῃ ὅτʼ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν. τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες ἄκριτον ἐκ πεδίου· ποτὶ δʼ αὐτὸν δείμομεν ὦκα πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν. ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας, ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη· ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον, ἥ χʼ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα, μή ποτʼ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες. Τρώων αὖτʼ ἀγορὴ γένετʼ Ἰλίου ἐν πόλει ἄκρῃ δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι· τοῖσιν δʼ Ἀντήνωρ πεπνυμένος ἦρχʼ ἀγορεύειν· κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι, ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δʼ ὅρκια πιστὰ