<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><l n="308">ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,</l><l n="309">Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους·</l><l n="310">καί ῥʼ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι.</l><l n="311">Αἴαντʼ αὖθʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="312">εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ.</l><milestone ed="p" n="313" unit="card"/><l n="313"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο,</l><l n="314">τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="315">ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι.</l><l n="316">τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,</l><l n="317">μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,</l><l n="318">ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.</l><l n="319">αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,</l><l n="320">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·</l><l n="321">νώτοισιν δʼ Αἴαντα διηνεκέεσσι γέραιρεν</l><l n="322">ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων.</l><l n="323">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="324">τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν</l><l n="325">Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·</l><l n="326">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="327">Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,</l><l n="328">πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,</l><l n="329">τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον</l><l n="330">ἐσκέδασʼ ὀξὺς Ἄρης, ψυχαὶ δʼ Ἄϊδος δὲ κατῆλθον·</l><l n="331">τώ σε χρὴ πόλεμον μὲν ἅμʼ ἠοῖ παῦσαι Ἀχαιῶν,</l><l n="332">αὐτοὶ δʼ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς</l><l n="333">βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς</l><l n="334">τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κʼ ὀστέα παισὶν ἕκαστος</l><l n="335">οἴκαδʼ ἄγῃ ὅτʼ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν.</l><l n="336">τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες</l><l n="337">ἄκριτον ἐκ πεδίου· ποτὶ δʼ αὐτὸν δείμομεν ὦκα</l><l n="338">πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν.</l><l n="339">ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,</l><l n="340">ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·</l><l n="341">ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,</l><l n="342">ἥ χʼ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,</l><l n="343">μή ποτʼ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.</l></q><l n="344"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες.</l><l n="345">Τρώων αὖτʼ ἀγορὴ γένετʼ Ἰλίου ἐν πόλει ἄκρῃ</l><l n="346">δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι·</l><l n="347">τοῖσιν δʼ Ἀντήνωρ πεπνυμένος ἦρχʼ ἀγορεύειν·</l><q><l n="348">κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,</l><l n="349">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="350">δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ</l><l n="351">δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δʼ ὅρκια πιστὰ</l><l n="352">ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν</l><l n="353">ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.</l><milestone ed="p" n="354" unit="card"/></q><l n="354"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη</l><l n="355">δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο,</l><l n="356">ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="357">Ἀντῆνορ σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·</l><l n="358">οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.</l><l n="359">εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,</l><l n="360">ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.</l><l n="361">αὐτὰρ ἐγὼ Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω·</l><l n="362">ἀντικρὺ δʼ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω·</l><l n="363">κτήματα δʼ ὅσσʼ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ</l><l n="364">πάντʼ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι.</l></q><l n="365"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη</l><l n="366">Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,</l><l n="367">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·</l></div></div></body></text></TEI>