ἄμφω δʼ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες. νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι. τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας· Ἰδαῖʼ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι· αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους. ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος. τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε καὶ πινυτήν, περὶ δʼ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι, νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος σήμερον· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην. νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι, ὡς σύ τʼ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς, σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν· αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους, αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα. δῶρα δʼ ἄγʼ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω, ὄφρά τις ὧδʼ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε· ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο, ἠδʼ αὖτʼ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε. ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι· Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν. τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν ἤϊʼ, ὃ δʼ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν, ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα, Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους· καί ῥʼ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι. Αἴαντʼ αὖθʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ. οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο, τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι. τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα, μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν, ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα, δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης· νώτοισιν δʼ Αἴαντα διηνεκέεσσι γέραιρεν ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί, τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον ἐσκέδασʼ ὀξὺς Ἄρης, ψυχαὶ δʼ Ἄϊδος δὲ κατῆλθον· τώ σε χρὴ πόλεμον μὲν ἅμʼ ἠοῖ παῦσαι Ἀχαιῶν, αὐτοὶ δʼ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κʼ ὀστέα παισὶν ἕκαστος οἴκαδʼ ἄγῃ ὅτʼ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν. τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες ἄκριτον ἐκ πεδίου· ποτὶ δʼ αὐτὸν δείμομεν ὦκα πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν. ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας, ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη· ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον, ἥ χʼ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα, μή ποτʼ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες. Τρώων αὖτʼ ἀγορὴ γένετʼ Ἰλίου ἐν πόλει ἄκρῃ δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι· τοῖσιν δʼ Ἀντήνωρ πεπνυμένος ἦρχʼ ἀγορεύειν· κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι, ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δʼ ὅρκια πιστὰ ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε. ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο,