<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><l n="275">ἦλθον, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν χαλκοχιτώνων,</l><l n="276">Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω·</l><l n="277">μέσσῳ δʼ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον</l><l n="278">κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς·</l><q><l n="279">μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον·</l><l n="280">ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,</l><l n="281">ἄμφω δʼ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.</l><l n="282">νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.</l></q><milestone ed="p" n="283" unit="card"/><l n="283"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·</l><q><l n="284">Ἰδαῖʼ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι·</l><l n="285">αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.</l><l n="286">ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος.</l></q><l n="287"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="288">Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε</l><l n="289">καὶ πινυτήν, περὶ δʼ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,</l><l n="290">νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος</l><l n="291">σήμερον· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων</l><l n="292">ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.</l><l n="293">νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,</l><l n="294">ὡς σύ τʼ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς,</l><l n="295">σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν·</l><l n="296">αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος</l><l n="297">Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,</l><l n="298">αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.</l><l n="299">δῶρα δʼ ἄγʼ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,</l><l n="300">ὄφρά τις ὧδʼ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε·</l><q><l n="301">ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,</l><l n="302">ἠδʼ αὖτʼ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.</l></q></q><l n="303"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον</l><l n="304">σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι·</l><l n="305">Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν.</l><l n="306">τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν</l><l n="307">ἤϊʼ, ὃ δʼ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν,</l><l n="308">ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,</l><l n="309">Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους·</l><l n="310">καί ῥʼ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι.</l><l n="311">Αἴαντʼ αὖθʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="312">εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ.</l><milestone ed="p" n="313" unit="card"/><l n="313"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο,</l><l n="314">τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="315">ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι.</l><l n="316">τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,</l><l n="317">μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,</l><l n="318">ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.</l><l n="319">αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,</l><l n="320">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·</l><l n="321">νώτοισιν δʼ Αἴαντα διηνεκέεσσι γέραιρεν</l><l n="322">ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων.</l></div></div></body></text></TEI>