ἦλθον, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν χαλκοχιτώνων, Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω· μέσσῳ δʼ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς· μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον· ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς, ἄμφω δʼ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες. νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι. τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας· Ἰδαῖʼ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι· αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους. ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος. τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε καὶ πινυτήν, περὶ δʼ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι, νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος σήμερον· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην. νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι, ὡς σύ τʼ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς, σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν· αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους, αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα. δῶρα δʼ ἄγʼ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω, ὄφρά τις ὧδʼ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε· ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο, ἠδʼ αὖτʼ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε. ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι· Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν. τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν ἤϊʼ, ὃ δʼ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν, ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα, Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους· καί ῥʼ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι. Αἴαντʼ αὖθʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ. οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο, τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι. τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα, μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν, ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα, δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης· νώτοισιν δʼ Αἴαντα διηνεκέεσσι γέραιρεν ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων.