<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><l n="274">εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν</l><l n="275">ἦλθον, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν χαλκοχιτώνων,</l><l n="276">Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω·</l><l n="277">μέσσῳ δʼ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον</l><l n="278">κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς·</l><q><l n="279">μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον·</l><l n="280">ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,</l><l n="281">ἄμφω δʼ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.</l><l n="282">νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.</l></q><milestone ed="p" n="283" unit="card"/><l n="283"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·</l><q><l n="284">Ἰδαῖʼ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι·</l><l n="285">αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.</l></q></div></div></body></text></TEI>