εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν ἦλθον, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν χαλκοχιτώνων, Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω· μέσσῳ δʼ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς· μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον· ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς, ἄμφω δʼ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες. νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι. τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας· Ἰδαῖʼ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι· αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.