<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><l n="252">καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·</l><l n="253">ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα</l><l n="254">ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.</l><l n="255">τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφω</l><l n="256">σύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν</l><l n="257">ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.</l><l n="258">Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,</l><l n="259">οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.</l><l n="260">Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ</l><l n="261">ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,</l><l n="262">τμήδην δʼ αὐχένʼ ἐπῆλθε, μέλαν δʼ ἀνεκήκιεν αἷμα,</l><l n="263">ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,</l><l n="264">ἀλλʼ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ</l><l n="265">κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε·</l><l n="266">τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον</l><l n="267">μέσσον ἐπομφάλιον· περιήχησεν δʼ ἄρα χαλκός.</l><l n="268">δεύτερος αὖτʼ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας</l><l n="269">ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,</l><l n="270">εἴσω δʼ ἀσπίδʼ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ,</l><l n="271">βλάψε δέ οἱ φίλα γούναθʼ· ὃ δʼ ὕπτιος ἐξετανύσθη</l><l n="272">ἀσπίδι ἐγχριμφθείς· τὸν δʼ αἶψʼ ὤρθωσεν Ἀπόλλων.</l><l n="273">καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν οὐτάζοντο,</l><l n="274">εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν</l><l n="275">ἦλθον, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν χαλκοχιτώνων,</l><l n="276">Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω·</l></div></div></body></text></TEI>