<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><l n="250">καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.</l><l n="251">διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,</l><l n="252">καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·</l><l n="253">ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα</l><l n="254">ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.</l><l n="255">τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφω</l><l n="256">σύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν</l><l n="257">ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.</l><l n="258">Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,</l><l n="259">οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.</l><l n="260">Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ</l><l n="261">ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,</l></div></div></body></text></TEI>