<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><l n="248">ἐν τῇ δʼ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε</l><l n="249">Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,</l><l n="250">καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.</l><l n="251">διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,</l><l n="252">καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·</l><l n="253">ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα</l><l n="254">ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.</l><l n="255">τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφω</l><l n="256">σύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν</l><l n="257">ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.</l><l n="258">Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,</l><l n="259">οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.</l><l n="260">Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ</l><l n="261">ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,</l><l n="262">τμήδην δʼ αὐχένʼ ἐπῆλθε, μέλαν δʼ ἀνεκήκιεν αἷμα,</l><l n="263">ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,</l><l n="264">ἀλλʼ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ</l><l n="265">κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε·</l><l n="266">τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον</l><l n="267">μέσσον ἐπομφάλιον· περιήχησεν δʼ ἄρα χαλκός.</l><l n="268">δεύτερος αὖτʼ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας</l><l n="269">ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,</l><l n="270">εἴσω δʼ ἀσπίδʼ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ,</l><l n="271">βλάψε δέ οἱ φίλα γούναθʼ· ὃ δʼ ὕπτιος ἐξετανύσθη</l><l n="272">ἀσπίδι ἐγχριμφθείς· τὸν δʼ αἶψʼ ὤρθωσεν Ἀπόλλων.</l><l n="273">καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν οὐτάζοντο,</l><l n="274">εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν</l><l n="275">ἦλθον, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν χαλκοχιτώνων,</l><l n="276">Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω·</l><l n="277">μέσσῳ δʼ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον</l><l n="278">κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς·</l><q><l n="279">μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον·</l><l n="280">ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,</l><l n="281">ἄμφω δʼ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.</l><l n="282">νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.</l></q><milestone ed="p" n="283" unit="card"/><l n="283"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·</l><q><l n="284">Ἰδαῖʼ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι·</l><l n="285">αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.</l><l n="286">ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος.</l></q><l n="287"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="288">Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε</l><l n="289">καὶ πινυτήν, περὶ δʼ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,</l><l n="290">νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος</l><l n="291">σήμερον· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων</l><l n="292">ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.</l><l n="293">νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,</l><l n="294">ὡς σύ τʼ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς,</l><l n="295">σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν·</l><l n="296">αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος</l><l n="297">Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,</l><l n="298">αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.</l><l n="299">δῶρα δʼ ἄγʼ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,</l><l n="300">ὄφρά τις ὧδʼ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε·</l><q><l n="301">ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,</l><l n="302">ἠδʼ αὖτʼ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.</l></q></q><l n="303"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον</l><l n="304">σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι·</l><l n="305">Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν.</l><l n="306">τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν</l><l n="307">ἤϊʼ, ὃ δʼ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν,</l></div></div></body></text></TEI>