Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα. ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν· ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν καὶ πολέες· ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο. τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα. αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τʼ ἀνδροκτασίας τε·