<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><l n="214">τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,</l><l n="215">Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,</l><l n="216">Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·</l><l n="217">ἀλλʼ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδʼ ἀναδῦναι</l><l n="218">ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.</l><l n="219">Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον</l><l n="220">χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων</l><l n="221">σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,</l><l n="222">ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον</l><l n="223">ταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν.</l><l n="224">τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας</l><l n="225">στῆ ῥα μάλʼ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα·</l></div></div></body></text></TEI>