τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες, Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον, Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν· ἀλλʼ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδʼ ἀναδῦναι ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ. Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων, ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον ταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν. τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας στῆ ῥα μάλʼ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα·