<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><q><l n="203">δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·</l><l n="204">εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,</l><l n="205">ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.</l><milestone ed="p" n="206" unit="card"/></q><l n="206"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.</l><l n="207">αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα,</l><l n="208">σεύατʼ ἔπειθʼ οἷός τε πελώριος ἔρχεται Ἄρης,</l><l n="209">ὅς τʼ εἶσιν πόλεμον δὲ μετʼ ἀνέρας οὕς τε Κρονίων</l><l n="210">θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.</l><l n="211">τοῖος ἄρʼ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν</l><l n="212">μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν</l><l n="213">ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.</l><l n="214">τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,</l></div></div></body></text></TEI>