Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι· εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ, ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον. ὣς ἄρʼ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ. αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα, σεύατʼ ἔπειθʼ οἷός τε πελώριος ἔρχεται Ἄρης, ὅς τʼ εἶσιν πόλεμον δὲ μετʼ ἀνέρας οὕς τε Κρονίων θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι. τοῖος ἄρʼ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος. τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες, Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον, Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν· ἀλλʼ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδʼ ἀναδῦναι ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ. Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων, ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον ταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν. τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας στῆ ῥα μάλʼ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα· Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος