τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε φώνησέν τε· ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον. ἀλλʼ ἄγετʼ ὄφρʼ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω, τόφρʼ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι σιγῇ ἐφʼ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται, ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης· οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδʼ ἐμὲ νήϊδά γʼ οὕτως ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε. ὣς ἔφαθʼ, οἳ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι· ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·