<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><l n="18">Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,</l><l n="19">βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα</l><l n="20">Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων</l><l n="21">Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·</l><l n="22">ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.</l><l n="23">τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="24">τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο</l><l n="25">ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;</l><l n="26">ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην</l><l n="27">δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.</l><l n="28">ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·</l><l n="29">νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα</l><l n="30">σήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς ὅ κε τέκμωρ</l><l n="31">Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ</l><l n="32">ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.</l></q><l n="33"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="34">ὧδʼ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ</l><l n="35">ἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.</l><l n="36">ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;</l></q><l n="37"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="38">Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,</l><l n="39">ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος</l><l n="40">ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,</l><l n="41">οἳ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ</l><l n="42">οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.</l><milestone ed="p" n="43" unit="card"/></q><l n="43"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="44">τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ</l><l n="45">βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·</l><l n="46">στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·</l><q><l n="47">Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε</l><l n="48">ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·</l><l n="49">ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,</l><l n="50">αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος</l><l n="51">ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·</l><l n="52">οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·</l><l n="53">ὣς γὰρ ἐγὼ ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων.</l></q><l n="54"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτε χάρη μέγα μῦθον ἀκούσας,</l><l n="55">καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,</l><l n="56">μέσσου δουρὸς ἑλών· οἳ δʼ ἱδρύνθησαν ἅπαντες.</l><l n="57">κὰδ δʼ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·</l></div></div></body></text></TEI>